Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.18 Dem. 10.22 (English) >>Dem. 10.25

10.20ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασι, καὶ Φίλιππον δʼ αὐτὸν οὐδὲν ἂν ἄλλʼ οἶμαι μὰ τοὺς θεοὺς εὔξασθαι ποιεῖν τὴν πόλιν ταῦθʼ νῦν ποιεῖτε· ὑστερίζετε, ἀναλίσκετε· ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε· ἀλλήλους αἰτιᾶσθε. ἀφʼ οὗ δὲ ταῦτα γίγνεται ἐγὼ διδάξω, καὶ ὅπως παύσεται λέξω. 10.21οὐδὲν πώποτʼ, ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθʼ οὐδὲ κατεσκευάσασθʼ ὀρθῶς, ἀλλὰ τὸ συμβαῖνον ἀεὶ διώκετε, εἶτʼ ἐπειδὰν ὑστερίσητε παύεσθε· ἕτερον πάλιν ἂν συμβῇ τι παρασκευάζεσθε καὶ θορυβεῖσθε. 10.22τὸ δʼ οὐχ οὕτως ἔχει· οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐδὲν τῶν δεόντων ποτὲ πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ, καὶ μηδεμίαν πρόφασιν τοῦ πλεῖν ἄλλοσε πράττειν ἄλλο τι τῷ στρατηγῷ καταλείπειν. 10.23ἂν οὕτω ποιήσητε καὶ τοῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τοῦ τόπου Φίλιππον ἀναγκάσετε, πολεμήσετʼ ἐξ ἴσου· καὶ ἴσως ἄν, ἴσως, ὥσπερ νῦν ὑμεῖς πυνθάνεσθε τί ποιεῖ Φίλιππος καὶ ποῖ πορεύεται, οὕτως ἂν ἐκεῖνος φροντίσαι ποῖ ποθʼ τῆς πόλεως ἀπῆρκεν δύναμις καὶ ποῦ φανήσεται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.18 Dem. 10.22 (English) >>Dem. 10.25

Powered by PhiloLogic